Ἦχος γ΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ἔθου πρὸς ἡμᾶς)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγιωτάτου Φωτίου
Πατριάρχου Κωνσταντινουπόλεως
Τάχυνον, ἁγνή,∗ εἰς τὸ βοηθῆσαι καὶ ῥύσασθαι∗ πάντας τοὺς προστρέχοντας εἰς σέ,∗ ἀποφιμοῦσα γλώσσας δολίων ἀνδρῶν∗ καὶ ἡμῖν παρέχουσα∗ τῆς σωτηρίας∗ τῆς σῆς τὴν ἀσφάλειαν.