Ἦχος δ΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ἐπαρθέντα σε ἰδοῦσα)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Θεοκτίστου Μοναχοῦ τοῦ Στουδίτου
Ὁλοτρόπως τῇ κακίᾳ κατεδουλώθην,∗ ἀλλ’ ἐπὶ σοὶ προσφεύγω νῦν∗ ὁ ἐσκοτισμένος·∗ φώτισόν με, πύλη φωτός,∗ καὶ ῥῦσαι γεένης με∗ καὶ φωτὸς ἀύλου με ἔμπλησον.