Ἦχος δ΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ἐπαρθέντα σε ἰδοῦσα)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Μητροφάνους Σμύρνης
Τὴν γραφεῖσάν σε δακτύλῳ τῷ θείῳ βίβλον∗ ἐσφραγισμένην, πάναγνε,∗ λιτάζω· δακτύλοις∗ γράψον μοι τῶν σῶν πρεσβειῶν∗ πταισμάτων τὴν ἄφεσιν∗ καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.