Ἦχος β΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ὑμνῶ σε· ἀκοήν)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ ἁγίου Ἀνδρέου Κρήτης
Αἰγύπτου Μωϋσῆς ἐξήγαγε∗ τῆς δουλείας Ἰσραηλίτας·∗ ἐμὲ δὲ τίς, πάναγνε,∗ ἐξάξει τῆς πικρᾶς δουλείας∗ παθῶν; εἰ μὴ σὺ πρὸς τὸν Δεσπότην μου∗ καὶ σὸν Υἱὸν πρεσβεύσῃς ἡ φιλεύσπλαχνος.