Ἦχος γ΄
ἐκ τῆς ε΄ ᾡδῆς (Ὡς εἶδεν ὁ Ἡσαΐας)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Ἀνδρέου Κρήτης
Δολίως με τῷ λείῳ τῆς ἡδονῆς∗ ὁ δόλιος ἠγκίστρευσε καὶ ἰχθὺν∗ ὡς ἄφωνον ἐσαγήνευσεν·∗ ἀλλʹ ἔχων φρουρόν σε, Ἁγνή,∗ τῶν ἀρκύων καὶ δικτύων τῶν αὐτοῦ∗ ἐν τάχει ῥυσθῆναι∗ ὁ οἰκέτης σου δέομαι.