Ἦχος δ΄
ἐκ τῆς δ΄ ᾡδῆς (Ἐπαρθέντα σε ἰδοῦσα)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Θεοκτίστου Μοναχοῦ τοῦ Στουδίτου
Νομοθέτην ἡ τεκοῦσα καὶ φωτοδότην,∗ τὴν χαλεπὴν ἀπέλασον∗ σκοτίαν νοός μου∗ σοῦ τῶν πρεσβειῶν τῷ φωτί,∗ καὶ σῶσόν με, Δέσποινα,∗ τὸν μεμολυσμένον, ἀμόλυντε.