Ἦχος πλάγιος α΄
ἐκ τῆς δ΄ ᾡδῆς (Τὴν θείαν ἐννοήσας σου)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Θεοφάνους Νικαίας τοῦ Γραπτοῦ
Οἰκτείρησον, οἰκτίρμων ὑπάρχουσα,∗ τὴν παναθλίαν μου ψυχήν,∗ Θεογεννῆτορ πανάμωμε,∗ τὴν ἐκ παθῶν καὶ πταισμάτων∗ δεινῶς ἀμαυρωθεῖσαν καὶ στένουσαν.