Ἦχος πλάγιος β΄
ἐκ τῆς δ΄ ᾡδῆς (Χριστός μου δύναμις)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ ἁγίου Θεοφάνους ἐπισκόπου
Νικαίας τοῦ Γραπτοῦ
Ὁ Λόγος, ἄσπιλε,∗ ἐν σοὶ ἐσκήνωσεν∗ ἀλογίας τὸν κόσμον∗ τῆς τῶν παθῶν,∗ Δέσποινα, λυτρούμενος∗ καὶ βασιλείας οὐρανῶν∗ ἀξιῶν τοὺς ἀνυμνοῦντάς σε.