Σήμερον Τετάρτη κε΄ Μαρτίου ͵ΖΦΛΔ΄ (͵ΒΚϚ΄)

Ἦχος πλάγιος δ΄

ἐκ τῆς δ΄ ᾡδῆς (Είσακήκοα, Κύριε)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Μητροφάνους Σμύρνης

Ἐκ τῆς μητρός σου, πάναγνε,∗ τῆς δικαιοσύνης ἥλιος ἔλαμψε∗ καὶ τὸν κόσμον κατελάμπρυνεν,∗ οὗ ταῖς θείαις αἴγλαις κἀμὲ φώτισον.