Σήμερον Παρασκευὴ κζ΄ Μαρτίου ͵ΖΦΛΔ΄ (͵ΒΚϚ΄)

Ἦχος πλάγιος δ΄

ἐκ τῆς δ΄ ᾡδῆς (Σύ μου ἰσχύς, Κύριε)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Παύλου ἐπισκόπου Ἀμορίου

Νῦν ἐπ’ ἐμὲ∗ στένει τῆς γῆς τὰ πληρώματα∗ τὴν τοῦ κτίστου∗ ἄγαν ἐκπληττόμενα∗ μακροθυμίαν καὶ ἀνοχὴν∗ ἐπὶ τοῖς πολλοῖς μου∗ καὶ ὀλεθρίοις συμπτώμασι·∗ καὶ γὰρ τὴν κτίσιν, Κόρη,∗ συνεκίνησα πᾶσαν∗ τὰ δεινὰ θαμβουμένην μου πταίσματα.