Ἦχος α΄
ἐκ τῆς ε΄ ᾡδῆς (Θεὸς ὢν εἰρήνης)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Δαμασκηνοῦ
Ἰδού σοι τὸ Χαῖρε,∗ βοῶμεν πιστοί·∗ χαῖρε, θρόνε Ὑψίστου πυρίμορφε∗ καὶ πύλη σωτηρίας∗ ἡμῶν τῶν γηγενῶν·∗ χαῖρε τῆς οἰκουμένης∗ ἐντρύφημα, Παρθένε,∗ καὶ χαράκωμα θεῖον∗ καὶ ἀσφαλὲς φυγαδευτήριον.