Ἦχος α΄
ἐκ τῆς ε΄ ᾡδῆς (Θεὸς ὢν εἰρήνης)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Θεοδώρου τοῦ Στουδίτου
Ὁ Χριστὸς πρὸς τὴν Θεοτόκον: Πανύμνητε Μῆτερ,∗ βοῶ σοι κἀγώ·∗ προσευχῇ καὶ νηστείᾳ ἐξέρχονται∗ τὰ πλήθη τὰ παμπόνηρα∗ δαιμόνων ἐξ αὐτοῦ·∗ ἀλλ’ οὗτος ἐγκρατείᾳ,∗ δεήσει καὶ ἁγνείᾳ∗ μὴ καθάρας τὸ σῶμα,∗ δαιμόνων, φεῦ, γέγονε σπήλαιον.