Ἦχος β΄
ἐκ τῆς ε΄ ᾡδῆς (Ὁ φωτισμός)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Εὐχαΐτων
Ἀνατολῆς∗ τῆς ἐξ ὕψους φανείσης∗ ἐδείχθης πύλη,∗ θρόνος ἐπηρμένος τοῦ βασιλέως∗ οὐρανομήκης∗ καὶ μετάρσιος κλῖμαξ,∗ δι’ ἧς ἐπέβη Χριστός, πανάχραντε,∗ καὶ τοῖς ἀπωσμένοις∗ βροτοῖς προσωμίλησεν.