Ἦχος γ΄
ἐκ τῆς ε΄ ᾠδῆς (Ὡς εἶδεν Ἡσαΐας)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Εὐχαΐτων
Τὴν θείαν μυροθήκην τοῦ ἀθανάτου∗ μύρου, τὴν ἁγίαν πηγὴν∗ τοῦ ζωοποιοῦντος∗ καὶ ζῶντος ὕδατος,∗ τὴν πύλην τῆς σωτηρίας∗ τὸν παράδεισον Θεοῦ τὸν λογικόν,∗ τὴν ἔμψυχον πόλιν∗ Χριστοῦ τοῦ βασιλέως ὑμνῶ.