Ἦχος πλάγιος δ΄
ἐκ τῆς ε΄ ᾡδῆς (Ἵνα τί με ἀπώσω)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ὁσίου Νικολάου τοῦ Κατασκεπηνοῦ
Ῥαθυμίας τῷ ὕπνῳ∗ καὶ τῆς ἀμελείας τῷ κάρῳ βαρούμενος∗ ἀναισθήτως ἔχω∗ καὶ ἐν ζόφῳ παθῶν περιφέρομαι·∗ ἀλλὰ φώτισόν μου∗ τοὺς ὀφθαλμούς, φωτὸς ἡ πύλη,∗ ἵνα μὴ ἀφυπνώσω εἰς θάνατον.