Ἦχος πλάγιος δ΄
ἐκ τῆς ε΄ ᾡδῆς (Ἵνα τί με ἀπώσω)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Θεοφάνους Νικαίας τοῦ Γραπτοῦ
Τὴν ἀθάνατον φύσιν∗ ἡ θνητὴ παρέδραμεν εἰς ἁγιότητα∗ καὶ Παρθένος Κόρη∗ τοὺς ἀσάρκους ἀγγέλους παρήλασεν,∗ ὡς Θεὸν τεκοῦσα,∗ τὸν βασιλέα τῶν ἀγγέλων,∗ ᾧ προσβλέπειν ἐκείνοις ἀδύνατον.