Ἦχος γ΄
ἐκ τῆς Ϛ΄ ᾡδῆς (Ἄβυσσος ἐσχάτη)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγιωτάτου Φωτίου
Πατριάρχου Κωνσταντινουπόλεως
Ὕπνος με κατέλαβεν ὁ δεινὸς∗ τῆς ἀμελείας καὶ συνωθεῖ πρὸς θάνατον∗ ἀπωλείας, Δέσποινα·∗ αὐτή με διανάστησον∗ πρὸς μετάνοιαν∗ καὶ σωτηρίαν δώρησαι.