Ἦχος γ΄
ἐκ τῆς Ϛ΄ ᾡδῆς (Ὡς εἶδεν Ἡσαΐας)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Ἀρσενίου μοναχοῦ
Λαμπρύνεται τὰ πλήθη ἁμαρτωλῶν∗ ἐλπίδι σῇ ῥωννύμενα·∗ καὶ γὰρ ἐν πᾶσι πέλεις∗ ὡς ῥὼξ ἐν βότρυϊ·∗ διόπερ μηδόλως ἐχθρῷ∗ λυμανθείημεν, ὡς ἐπήγγελται Θεός,∗ ἐν σοὶ δέ, Παρθένε,∗ τὴν εὐλογίαν εὕροιμεν.