Ἦχος πλάγιος δ΄
ἐκ τῆς γ΄ ᾡδῆς (Ὁ στερεώσας κατʹ ἀρχάς)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Θεοφάνους Νικαίας τοῦ Γραπτοῦ
Ῥάβδον βλαστήσασαν Χριστόν,∗ τὸ ἄνθος τῆς ἀφθαρσίας,∗ καὶ χρυσοῦν θυμιατήριον πάντες∗ σὲ γινώσκομεν, ἁγνή,∗ θείας οὐσίας φέρουσαν∗ ἐν ταῖς ἀγκάλαις, Κόρη,∗ ἄνθρακα, θεοχαρίτωτε.