Ἦχος α΄
ἐκ τῆς γ΄ ᾡδῆς (Τῷ πρὸ τῶν αἰώνων)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἰωάννου Δαμασκηνοῦ
Χαίροις, βασιλέων∗ εὐσεβούντων διάδημα τίμιον·∗ χαῖρε, μαρτύρων θεῖον σθένος∗ καὶ πυρίμορφε θρόνε∗ Χριστοῦ τοῦ Θεοῦ,∗ ᾧ ψάλλομεν·∗ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν·∗ ἅγιος εἶ, Κύριε.