Ἦχος γ΄
ἐκ τῆς α΄ ᾡδῆς (Ὁ τὰ ὕδατα πάλαι)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγιωτάτου Φωτίου
Πατριάρχου Κωνσταντινουπόλεως
Ἱλαστήριον θεῖον∗ τὴν σὴν πρεσβείαν∗ γινώσκοντες, Θεοτόκε Παρθένε,∗ ἐν αὐτῇ ἅπαντες∗ πιστῶς προστρέχομεν∗ καὶ λύσιν εὑρίσκομεν∗ τῶν χαλεπῶν ἐγκλημάτων∗ καὶ διασῳζόμεθα∗ ἀπὸ παντοίων κακῶν.