Ἦχος πλάγιος α΄
ἐκ τῆς γ΄ ᾡδῆς (Ὁ πήξας ἐπʹ οὐδενός)
τοῦ κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τοῦ Ἁγίου Μάρκου τοῦ Ἐφέσου καὶ Εὐγενικοῦ
Ὁ πόκος τοῦ ὑετοῦ∗ τοῦ θείου, πανάχραντε,∗ τὴν ἐξηραμένην∗ ψυχήν μου πάθεσι∗ καὶ τῇ ἐκπυρώσει τῶν κακῶν∗ ἄρδευσιν, Θεοτόκε,∗ τῇ ἐπισκέψει σου ὡς βλύσασα,∗ τῆς ζωῆς τὸ ὕδωρ Χριστὸν τὸν Κύριον.